Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.125 Dem. 21.128 (English) >>Dem. 21.131

21.127δεῖ δὴ τούς γε βουλομένους ὀρθῶς τὴν κατʼ ἀξίαν τῶν πεπραγμένων παρὰ τούτου δίκην λαμβάνειν, οὐχ ὡς ὑπὲρ ἐμοῦ μόνον ὄντος τοῦ λόγου τὴν ὀργὴν ἔχειν, ἀλλʼ ὡς ἐν ταὐτῷ τῶν νόμων, τοῦ θεοῦ, τῆς πόλεως, ὁμοῦ πάντων ἠδικημένων, οὕτω ποιεῖσθαι τὴν τιμωρίαν, καὶ τοὺς βοηθοῦντας καὶ τοὺς συνεξεταζομένους μετὰ τούτου μὴ συνηγόρους μόνον, ἀλλὰ καὶ δοκιμαστὰς τῶν τούτῳ πεπραγμένων ὑπολαμβάνετʼ εἶναι.

21.128εἰ μὲν τοίνυν, ἄνδρες Ἀθηναῖοι, σώφρονα καὶ μέτριον πρὸς τἄλλα παρεσχηκὼς αὑτὸν Μειδίας καὶ μηδένα τῶν ἄλλων πολιτῶν ἠδικηκὼς εἰς ἔμʼ ἀσελγὴς μόνον οὕτω καὶ βίαιος ἐγεγόνει, πρῶτον μὲν ἔγωγʼ ἀτύχημʼ ἂν ἐμαυτοῦ τοῦθʼ ἡγούμην, ἔπειτʼ ἐφοβούμην ἂν μὴ τὸν ἄλλον ἑαυτοῦ βίον οὗτος μέτριον δεικνύων καὶ φιλάνθρωπον διακρούσηται τούτῳ τὸ δίκην ὧν ἔμʼ ὕβρικεν δοῦναι. 21.129νυνὶ δὲ τοσαῦτʼ ἐστὶ τἄλλʼ πολλοὺς ὑμῶν ἠδίκησεν καὶ τοιαῦτα, ὥστε τούτου μὲν τοῦ δέους ἀπήλλαγμαι, φοβοῦμαι δὲ πάλιν τοὐναντίον μή, ἐπειδὰν πολλὰ καὶ δείνʼ ἑτέρους ἀκούηθʼ ὑπʼ αὐτοῦ πεπονθότας, τοιοῦτός τις ὑμῖν λογισμὸς ἐμπέσῃτί οὖν; σὺ δεινότερʼ τῶν ἄλλων εἷς ἕκαστος πεπονθὼς ἀγανακτεῖς;” πάντα μὲν δὴ τὰ τούτῳ πεπραγμένα οὔτʼ ἂν ἐγὼ δυναίμην πρὸς ὑμᾶς εἰπεῖν, οὔτʼ ἂν ὑμεῖς ὑπομείναιτʼ ἀκούειν, οὐδʼ, εἰ τὸ παρʼ ἀμφοτέρων ἡμῶν ὕδωρ ὑπάρξειε πρὸς τὸ λοιπόν, πᾶν τό τʼ ἐμὸν καὶ τὸ τούτου προστεθέν, οὐκ ἂν ἐξαρκέσειεν· δʼ ἐστὶ μέγιστα καὶ φανερώτατα, ταῦτʼ ἐρῶ.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.125 Dem. 21.128 (English) >>Dem. 21.131

Powered by PhiloLogic